Τροπάρια στον Αρχάγγελο Μιχαήλ τον Πανορμίτη, σε Ορθόδοξους Αγίους της Δυτικής Ευρώπης & σε άλλους Αγίους – Από τον Ιωάννη Τσιλιμιγκάκη, πρώην τραγουδιστή & στιχουργό Ελληνικού Rock Συγκροτήματος

http://heavenonearthorthodoxy.wordpress.com

HEAVEN ON EARTH – ORTHODOXY

Τροπάρια στον Αρχάγγελο Μιχαήλ τον Πανορμίτη,

σε Ορθόδοξους Αγίους της Δυτικής Ευρώπης & σε άλλους Αγίους

Από τον Ιωάννη Τσιλιμιγκάκη, πρώην τραγουδιστή

& στιχουργό Ελληνικού Rock Συγκροτήματος

╰⊰¸¸.•¨*

Άγιος Αρχάγγελος Μιχαήλ ο Πανορμύτης της Σύμης

Δεῦτε Πανορμίτου τὴν ἱεράν, εἰκόνα ἐν Σύμῃ, προσκυνήσωμεν εὐλαβῶς,
ὅτι τὰς ἰάσεις, προχέει τοῖς νοσοῦσι, καὶ νέμει θεῖον πλοῦτον, πᾶσι τοῖς πένησι.

Γάνυται ἡ Σύμη ἐπὶ τῇ σῇ, ἁγίᾳ εἰκόνι, Ἀρχιστράτηγε Μιχαήλ,
ὅτι ἀναβλύζει, ἰάσεων τὰ ῥεῖθρα, τοῖς πόθῳ προσκυνοῦσιν, αὐτὴν Ἀρχάγγελε.

Φρούρει ἐνδοξότατε Μιχαήλ, θείαις πτέρυξί σου, Πανορμῖτα τὴν εὐαγῆ,
Μονήν σου ἐν Σύμῃ, καὶ πάντας τοὺς τιμῶντας, τὴν θείαν σου εἰκόνα, καὶ εὐφημοῦντάς σε.

Πλήθη φιλεόρτων στῶμεν καλῶς, στῶμεν μετὰ φόβου, πρὸ εἰκόνος θαυματουργοῦ,
θείου Ταξιάρχου, φοβερωτάτου νόου, τοῦ σκέποντος τὴν Σύμην, ἀύλοις πτέρυξι.

Σκέπε νεολαίαν τὴν τοῦ Χριστοῦ, θεῖε Ταξιάρχα, ἐν τῇ Σύμῃ καὶ πανταχοῦ,
θείαις πτέρυξί σου, ἐκ πλάνου ἀντιδίκου, ὃν δίωκε ῥομφαίᾳ, φοβερωτάτῃ σου.

Ἀπολυτίκιον.

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Μιχαὴλ Πανορμίτην ἀνευφημήσωμεν, τῆς νήσου Σύμης τὸ κλέος, Δωδεκανήσου φρουρόν, τὸν πηγάζοντα τὴν χάριν τῶν ἰάσεων, καὶ περισκέποντα θερμῶς, τοὺς τιμῶντας εὐλαβῶς, τὴν θείαν αὐτοῦ εἰκόνα, τὸν ῥομφαίᾳ φοβερωτάτῃ, καταδιώκοντα ἐχθρὸν δυσμενῆ.

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Θεῖε Πανορμῖτα Μιχαήλ, τῇ θαυματουργῷ σου εἰκόνι, οἱ ἐν τῇ Σύμῃ πιστοί, δάκρυσι προσπίπτουσιν, ὑμνολογοῦντές σου, τὴν ἀήττητον δύναμιν, δι’ ἧς περισῴζεις, πάντα κινδυνεύοντα, ὑπὸ τοῦ δράκοντος, θείαν δὲ πτερύγων σου σκέπην, τὴν ἐν πειρασμοῖς καὶ κινδύνοις, ἅπασαν τὴν Σύμην προστατεύουσαν.

╰⊰¸¸.•¨*

Ἅγιος Πατρίκιος (St Patrick) Ισαπόστολος της Ιρλανδίας (+461) – 17 Μαρτίου

Ἰσαπόστολον κήρυκα καὶ διδάσκαλον, τὸν φωτιστὴν Ἰρλανδίας καὶ οδηγὸν τῶν πιστῶν, ἀνυμνήσωμεν Πατρίκιον ἐν ᾄσμασιν,
ὅτι εἰδώλων τὴν δεινήν, ἐναπέσβεσεν ἀχλύν, νευρούμενος οὐρανόθεν, καὶ προσήγαγε τῇ Τριάδι, τῶν πιστευσάντων ἀμετρήτους ψυχάς.

╰⊰¸¸.•¨*

Ἅγιος Βονιφάτιος (St Boniface) Ἰσαπόστολος τῆς Γερμανίας, ἀπό Ἀγγλία (+754) – 5 Ἰουνίου

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Φωτιστὴν Γερμανίας τὸν θεοφώτιστον, τῶν ἀρετῶν φυτοκόμον καὶ ῥιζοτόμον πλανῶν, ἐπαινέσωμεν ἐν ὕμνοις Βονιφάτιον,
ὅτι βαπτίσμασι πολλοῖς, ἐνεκέντρισε ψυχάς, εἰς πίστιν τὴν τοῦ Κυρίου, ὃν ἐν αἵμασι μαρτυρίου, καθωμολόγησε Θεὸν ἀληθῆ.

╰⊰¸¸.•¨*

Ἅγιος Ρωμανός ὁ Μελωδός

Ῥώμην μοι παράσχου πνευματικήν, Ῥωμανὲ θεόφρον, ὁ θεόθεν χαριτωθείς,
ἵνα ἐν τῷ βίῳ, πορεύωμαι ἐμφρόνως, ὑμνῶν ἐν ταπεινώσει, Χριστὸν τὸν Κύριον.

╰⊰¸¸.•¨*

Αγία Παρθενομάρτυς Γκρέκα της Σαρδηνίας, από Ελλάδα (+304)

 

Απολυτίκιον.

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Κολακεῖαι τυράννου οὐκ ἠδυνήθησαν, ἀποχωρίσαι σε κόρη τοῦ σοῦ νυμφίου Χριστοῦ· σὺ γὰρ γνώμῃ σταθηρᾷ καὶ ​ἀνδρειόφρονι,
καθωμολόγησας αὐτὸν ὡς Θεὸν ἀληθινόν, τὰς μάστιγας καὶ τοὺς ἥλους, ὑπομείνασα θεία Γκρέκα, καὶ ἐκκοπὴν τῆς σῆς σεπτῆς κεφαλῆς.

Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.

Θεῖον ἄγαλμα τῆς παρθενίας, καὶ ἀλάβαστρον ὁμολογίας, παναοίδιμέ σε Γκρέκα γεραίρομεν· σὺ γὰρ τὸν βίον καλῶς διανύσασα,
πρὸ δυσσεβοῦντος τυράννου οὐκ ἔπτηξας, ἀλλ’ ἐν σκάμματι, ἡνώθης τοῦ μαρτυρίου σου, Χριστῷ ὅνπερ ἐπόθεις ἐκ νεότητος.

Μεγαλυνάρια

Ἥλοις κακωθεῖσα ὑπ’ ἀσεβῶν, μετὰ παῤῥησίας, ὡμολόγησας τὸν Χριστόν,
καὶ ἀποτμηθεῖσα, τὴν θείαν κεφαλήν σου, ἀπέπτης εἰς τὰ ἄνω, Γκρέκα βασίλεια.

Γκρέκα Σαρδηνίας ὁ θησαυρός, καὶ ὁμολογίας, πρὸ βημάτων ​τυραννικῶν,
πέλεις ἡ ακρότης, μαρτύρων δὲ ὁ τύπος· διό σε ἀνυμνοῦμεν, πάντες ​ἐκ πίστεως.

Δεῦτε τῶν Ἑλλήνων παῖδες πιστοί, Γκρέκαν τὴν ἁγίαν, εὐφημήσωμεν ἐν χορῷ,
τὴν καταγομένην, ἐκ γῆς τῆς ἑλληνίδος, ἐν δὲ τῇ Σαρδηνίᾳ, καλῶς ἀθλήσασαν.

Χαίροις τῶν μαρτύρων ἡ καλλονή, καὶ παρθενευόντων, εὐκοσμία καὶ χαρμονή,
ἔπαινος καὶ δόξα, τοῦ γένους τῶν Ἑλλήνων, καὶ νήσου Σαρδηνίας, μέγα κειμήλιον.

Κοντάκιον. Επεφάνης σήμερον

Ὡς πηγὴ ἀέναος, Γκρέκα τιμία, ἀναβλύζει θαύματα, ἡ τῶν λειψάνων σου σορός, τοῖς αἰτουμένοις ἐκ πίστεως, ὁλοκληρίαν, ψυχῆς τε καὶ σώματος.

╰⊰¸¸.•¨*

Η Αγία Παρθενομάρτυς Φιλουμένα της Ρώμης, πριγκίπισσα από την Κέρκυρα (+304)

10 Αυγούστου: Μαρτύριο

8 Ιουλίου

24 Μαΐου: Εύρεση Ιερών Λειψάνων

ΑΠΟΛΥΤΙΚΙΟΝ

Ἦχος γ´. Θείας πίστεως.

Πεντεκαίδεκα ἐπὶ αἰῶνας, κόρη πάνσεμνε ἐν κατακόμβαις, Φιλουμένα ὑπὸ γῆν κατεκέκρυψο,​ ​ἀλλ’ ὁ Θεός σε πιστοῖς ἐφανέρωσεν, ὅνπερ τὸ πάλαι πιστῶς ὡμολόγησας·​ ​μάρτυς ἔνδοξε, μὴ παύσῃ καθικετεύουσα, ὑπὲρ τῶν εὐφημούντων σου τὴν ἄθλησιν.

ΑΠΟΛΥΤΙΚΙΟΝ

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Παρθενίας τὸ κρίνον τὸ εὐωδέστατον, τὴν τοῦ φωτὸς θυγατέρα καὶ τῶν μαρτύρων τιμήν,​ ​ἀνυμνοῦμεν Φιλουμέναν τὴν ἀοίδιμον, ὅτι φιλοῦσα τὸν Χριστόν, καθυπέμεινε βελῶν,​ ​καὶ μάστιγος τὰς κακώσεις, καὶ τὸ μένος τῶν δυσσεβούντων, καταβαλοῦσα κατεστέφθη λαμπρῶς.

ΜΕΓΑΛΥΝΑΡΙΑ

Θεία Φιλουμένα σε ὡς λευκόν, κρίνον παρθενίας, εὐωδέστατον καὶ τερπνόν,
καὶ πεφοινιγμένον, ῥοαῖς τοῦ μαρτυρίου, ὑμνοῦμεν κατ’ ἀξίαν, πάντες φιλάγιοι.

Ῥώμης ὡς κειμήλιον εὐλαβῶς, ἔμψυχον τιμῶμεν, Φιλουμένα σε οἱ πιστοί,
σὺ γὰρ φερωνύμως, φωτὸς θυγάτηρ ὤφθης, ἀκτῖσί σου πυρσεύων, κόσμου τὰπέρατα.

Διὰ τῆς πανσέμνου σου βιοτῆς, καὶ τῆς πανενδόξου, καὶ ἁγίας σου τελευτῆς,
ὁσιομαρτύρων, καλλώπισμα ἐδείχθης, παρθένε Φιλουμένα· ὅθεν τιμῶμέν σε.

Δεῦτε θυγατέρα τὴν τοῦ φωτός, καὶ παρθενευόντων, κορασίων τὸν στολισμόν,
τῆς ὁμολογίας, Χριστοῦ τὸν θεῖον τύπον, μαρτύρων τε τὸ κλέος, πάντες τιμήσωμεν.

Χαῖρε ὦ κοράσιον εὐαγές, ἐν τῷ Παραδείσῳ, Φιλουμένα πανευκλεές,
γόνε τῆς Κερκύρας, κειμήλιον τῆς Ῥώμης, δοξάζουσα ἀπαύστως, Χριστὸν τὸν Κύριον.

Βέλεσι καὶ μάστιγι ἀπηνῶς, ἀνεταζομένη, Φιλουμένα μάρτυς Χριστοῦ,
ἔρωτι δὲ θείῳ, καλῶς πυρακτουμένη, ζωὴν κατεκληρώσω, μάκαρ τὴν ἄληκτον.

Φίλη ἀναδέδειξαι τοῦ Χριστοῦ, μάρτυς Φιλουμένα, ὡς τυθεῖσα ὑπὲρ αὐτοῦ·
ὅθεν σε ἐν ὕμνοις, τιμῶμεν ἑορτίοις, δοξάζοντες ἐν πίστει, τὸν σὲ δοξάσαντα.

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s